1.

[11.65] καθόλου γὰρ τὰ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα μὴ ἔχειν μηδεμίαν παραλλαγήν͵ μηδὲ τινὰ μὲν εἶναι φύσει προηγμένα͵ τινὰ δὲ ἀποπροηγμένα͵ ἀλλὰ παρὰ τὰς διαφόρους τῶν καιρῶν περιστάσεις μήτε τὰ λεγόμενα προῆχθαι πάντως γίνεσθαι προηγμένα͵ μήτε τὰ λεγόμενα ἀποπροῆχθαι κατ΄ ἀνάγκην ὑπάρχειν ἀποπροηγμένα.