1.

[11.67] ὥσπερ οὖν ἐν ταῖς ὀνοματογραφίαις ἄλλοτ΄ ἄλλα προτάττομεν στοιχεῖα͵ πρὸς τὰς διαφόρους περιστάσεις ἀρτιζόμενοι͵ καὶ τὸ μὲν δέλτα͵ ὅτε τὸ τοῦ Δίωνος ὄνομα γράφομεν͵ τὸ δὲ ἰῶτα͵ ὅτε τὸ τοῦ Ἴωνος͵ τὸ δὲ ὦ͵ ὅτε τὸ τοῦ Ὠρίωνος͵ οὐ τῇ φύσει ἑτέρων παρὰ τὰ ἕτερα γράμματα προκρινομένων͵ τῶν δὲ καιρῶν τοῦτο ποιεῖν ἀναγκαζόντων͵ οὕτω κἀν τοῖς μεταξὺ ἀρετῆς καὶ κακίας πράγμασιν οὐ φυσική τις γίνεται ἑτέρων παρ΄ ἕτερα πρόκρισις͵ κατὰ περίστασιν δὲ μᾶλλον.