HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,69
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,69.rdf
1.
[11.69] (§ 69 Cfr.
PH
III 179) εἰ τοίνυν ἔστι τι φύσει ἀγαθὸν καὶ ἔστι τι φύσει
κακόν͵ τοῦτο ὀφείλει κοινὸν εἶναι πάντων καὶ πᾶσιν ὑπάρχειν ἀγαθὸν ἢ κακόν. ὥσπερ γὰρ τὸ πῦρ
φύσει ἀλεαντικὸν καθεστὼς πάντας ἀλεαίνει καὶ οὐχ οὓς μὲν ἀλεαίνει͵ οὓς δὲ ψύχει͵ καὶ ὃν τρόπον
ἡ χιὼν ψύχουσα οὐχὶ τοὺς μὲν ψύχει͵ τοὺς δὲ ἀλεαίνει͵ πάντας δ΄ ὁμοίως ψύχει͵ οὕτω τὸ φύσει
ἀγαθὸν πᾶσιν ὀφείλει τυγχάνειν ἀγαθὸν καὶ οὐχὶ τοῖς μὲν ἀγαθόν͵ τοῖς δ΄ οὐκ ἀγαθόν.