1.

[11.69] (§ 69 Cfr. PH III 179) εἰ τοίνυν ἔστι τι φύσει ἀγαθὸν καὶ ἔστι τι φύσει κακόν͵ τοῦτο ὀφείλει κοινὸν εἶναι πάντων καὶ πᾶσιν ὑπάρχειν ἀγαθὸν ἢ κακόν. ὥσπερ γὰρ τὸ πῦρ φύσει ἀλεαντικὸν καθεστὼς πάντας ἀλεαίνει καὶ οὐχ οὓς μὲν ἀλεαίνει͵ οὓς δὲ ψύχει͵ καὶ ὃν τρόπον ἡ χιὼν ψύχουσα οὐχὶ τοὺς μὲν ψύχει͵ τοὺς δὲ ἀλεαίνει͵ πάντας δ΄ ὁμοίως ψύχει͵ οὕτω τὸ φύσει ἀγαθὸν πᾶσιν ὀφείλει τυγχάνειν ἀγαθὸν καὶ οὐχὶ τοῖς μὲν ἀγαθόν͵ τοῖς δ΄ οὐκ ἀγαθόν.