HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,70
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,70.rdf
1.
[11.70] παρὸ καὶ ὁ Πλάτων συνιστάς͵ ὅτι φύσει ἀγαθόν
ἐστιν ὁ θεός͵ ἀπὸ τῶν ὁμοίων ἐπικεχείρηκεν. ὡς γὰρ θερμοῦ͵ φησίν͵ ἴδιόν ἐστι τὸ θερμαίνειν καὶ
ψυχροῦ ἴδιόν ἐστι τὸ ψύχειν͵ οὕτω καὶ ἀγαθοῦ ἴδιόν ἐστι τὸ ἀγαθοποιεῖν· τἀγαθὸν δέ γε ὁ θεός·
ἴδιον ἄρα ἐστὶ θεοῦ τὸ ἀγαθοποιεῖν.