1.

[11.70] παρὸ καὶ ὁ Πλάτων συνιστάς͵ ὅτι φύσει ἀγαθόν ἐστιν ὁ θεός͵ ἀπὸ τῶν ὁμοίων ἐπικεχείρηκεν. ὡς γὰρ θερμοῦ͵ φησίν͵ ἴδιόν ἐστι τὸ θερμαίνειν καὶ ψυχροῦ ἴδιόν ἐστι τὸ ψύχειν͵ οὕτω καὶ ἀγαθοῦ ἴδιόν ἐστι τὸ ἀγαθοποιεῖν· τἀγαθὸν δέ γε ὁ θεός· ἴδιον ἄρα ἐστὶ θεοῦ τὸ ἀγαθοποιεῖν.