1.

[11.71] ὥστε εἰ ἔστι τι φύσει ἀγαθόν͵ τοῦτο πρὸς ἅπαντάς ἐστιν ἀγαθόν͵ καὶ εἰ ἔστι τι φύσει κακόν͵ τοῦτο πρὸς ἅπαντάς ἐστι κακόν. οὐδὲν δὲ κοινὸν πάντων ἐστὶν ἀγαθὸν ἢ κακόν͵ ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι τι φύσει ἀγαθὸν ἢ κακόν.