1.

[11.72] ἤτοι γὰρ πᾶν τὸ ὑπό τινος δοξαζόμενον ἀγαθὸν ῥητέον ταῖς ἀληθείαις ἀγαθόν͵ ἢ οὐ πᾶν. καὶ πᾶν μὲν οὐ ῥητέον· εἰ γὰρ πᾶν τὸ ὑπό τινος δοξαζόμενον ἀγαθὸν λέγοιμεν ἀγαθόν͵ ἐπεὶ ταὐτὸν ὑπὸ ἑτέρου δοξάζεται κακὸν καὶ ὑπὸ ἄλλου ἀγαθὸν καὶ ὑπὸ διαφέροντος δοξάζεται ἀδιάφορον͵ δώσομεν τὸ αὐτὸ ἅμα καὶ κακὸν καὶ ἀγαθὸν καὶ ἀδιάφορον ὑπάρχειν.