1.

[11.73] (§73 PH III 180-181) οἷον τὴν ἡδονὴν ὁ μὲν Ἐπίκουρος ἀγαθὸν εἶναί φησιν͵ ὁ δὲ εἰπών· ῾῾μανείην μᾶλλον ἢ ἡσθείην᾽᾽ κακόν͵ οἱ δὲ ἀπὸ τῆς Στοᾶς ἀδιάφορον καὶ οὐ προηγμένον͵ ἀλλὰ Κλεάνθης (
SVF frr. III 155 et I 574 (ed).
) μὲν μήτε κατὰ φύσιν αὐτὴν εἶναι μήτε ἀξίαν ἔχειν [αὐτὴν] ἐν τῷ βίῳ͵ καθάπερ δὲ τὸ κάλλυντρον κατὰ φύσιν μὴ εἶναι͵ ὁ δὲ Ἀρχέδημος (Cfr.
SVF fr. III 22 Arn. (ed).
) κατὰ φύσιν μὲν εἶναι ὡς τὰς ἐν μασχάλῃ τρίχας͵ οὐχὶ δὲ καὶ ἀξίαν ἔχειν͵ Παναίτιος (
fr. 39 (ed).
) δὲ τινὰ μὲν κατὰ φύσιν ὑπάρχειν͵ τινὰ δὲ παρὰ φύσιν.