1.

[11.74] εἰ δὴ τοίνυν πᾶν τό τινι φαινόμενον ἀγαθόν͵ τοῦτο πάντως ἔστιν ἀγαθόν͵ ἐπεὶ ἡ ἡδονὴ τῷ μὲν Ἐπικούρῳ φαίνεται ἀγαθόν͵ τινὶ δὲ τῶν Κυνικῶν κακόν͵ τῷ δ΄ ἀπὸ τῆς Στοᾶς ἀδιάφορον͵ ἔσται ἡ ἡδονὴ ἀγαθὸν ἅμα καὶ κακὸν καὶ ἀδιάφορον. οὐχὶ δέ γε δύναται τῇ φύσει τὸ αὐτὸ τὰ ἐναντία τυγχάνειν͵ ἀγαθὸν ἅμα καὶ κακὸν καὶ ἀδιάφορον· οὐκ ἄρα πᾶν τό τινι φαινόμενον ἀγαθὸν ἢ κακόν͵ τοῦτο ῥητέον εἶναι ἀγαθὸν ἢ κακόν.