1.

[11.75] εἰ δὲ τό τινι φαινόμενον ἀγαθὸν καὶ παντὶ ἔστιν ἀγαθόν͵ ὀφείλομεν καταληπτικοὶ εἶναι καὶ διακρίνειν δύνασθαι τὴν ἐν τοῖς δοξαζομένοις ἀγαθοῖς διαφοράν͵ ὥστε λέγειν τὸ μὲν τῷδε δοξαζόμενον ἀγαθὸν ταῖς ἀληθείαις εἶναι ἀγαθόν͵ τὸ δὲ τῷδε δοξάζεσθαι μὲν ἀγαθόν͵ οὐκ εἶναι δὲ τῇ φύσει ἀγαθόν.