1.

[11.76] ἤτοι οὖν δι΄ ἐναργείας ταύτην τὴν διαφορὰν λαμβάνεσθαι συμβέβηκεν ἢ διὰ λόγου τινός. ἀλλὰ δι΄ ἐναργείας ἀμήχανον. πᾶν γὰρ τὸ δι΄ ἐναργείας προσπίπτον κοινῶς τε καὶ συμφώνως λαμβάνεσθαι πέφυκεν ὑπὸ τῶν ἀπαραποδίστους ἐχόντων τὰς ἀντιλήψεις͵ ὡς παρὸν ἰδεῖν ἐπὶ πάντων σχεδὸν τῶν φαινομένων. οὐχὶ δέ γε συμφώνως τὸ αὐτὸ πᾶσιν ἀγαθὸν εἶναι λέγεται͵ ἀλλὰ τοῖς μὲν ἀρετὴ καὶ τὸ μετέχον ἀρετῆς͵ τοῖς δὲ ἡδονή͵ τοῖς δὲ ἀλυπία (Cfr. § 36)͵ τισὶ δ΄ ἄλλο τι. οὐκ ἄρα ἐναργῶς προσπίπτει πᾶσι τὸ ὄντως ἀγαθόν.