HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,79
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,79.rdf
1.
[11.79] (§§ 79-84 Cfr.
PH
III 183-184) Καὶ μὴν εἰ ἔστι τι ἀγαθόν͵ τοῦτο κατὰ τὸν
ἴδιον λόγον αἱρετὸν ὀφείλει τυγχάνειν͵ ἐπεὶ πᾶς ἄνθρωπος αἱρεῖται τούτου τυγχάνειν ὥσπερ καὶ τὸ
κακὸν φυγεῖν. οὐδὲν δέ γε αἱρετόν ἐστι κατὰ τὸν ἴδιον λόγον ὡς αἱρετόν͵ καθάπερ δείξομεν· οὐκ
ἄρα τι ἔστιν ἀγαθόν.