1.

[11.79] (§§ 79-84 Cfr. PH III 183-184) Καὶ μὴν εἰ ἔστι τι ἀγαθόν͵ τοῦτο κατὰ τὸν ἴδιον λόγον αἱρετὸν ὀφείλει τυγχάνειν͵ ἐπεὶ πᾶς ἄνθρωπος αἱρεῖται τούτου τυγχάνειν ὥσπερ καὶ τὸ κακὸν φυγεῖν. οὐδὲν δέ γε αἱρετόν ἐστι κατὰ τὸν ἴδιον λόγον ὡς αἱρετόν͵ καθάπερ δείξομεν· οὐκ ἄρα τι ἔστιν ἀγαθόν.