1.

[11.82] διώκομεν δέ γε τὴν τεῦξιν αὐτῶν· οὐκ ἄρα αἱρετόν ἐστι τὸ αἱρεῖσθαι͵ φευκτὸν δὲ μᾶλλον. καὶ ὃν τρόπον ὁ ἐρῶν σπεύδει τυχεῖν τῆς ἐρωμένης͵ ἵνα φύγῃ τὴν ἐν τῷ ἐρᾶν ὄχλησιν͵ καὶ ὡς ὁ διψῶν ἐπείγεται πιεῖν͵ ἵνα φύγῃ τὴν ἐν τῷ διψῆν βάσανον͵ ὧδε καὶ ὁ ἐν τῷ αἱρεῖσθαι πλοῦτον ὀχλούμενος κατὰ τὸ αἱρεῖσθαι ἐπείγεται τυχεῖν πλούτου͵ ἵνα ἀπαλλαγῇ τοῦ ἔτι αἱρεῖσθαι.