1.

[11.83] εἰ δ΄ ἕτερόν τί ἐστι τὸ αἱρετὸν παρ΄ αὐτὸ τὸ αἱρεῖσθαι͵ ἤτοι τῶν κεχωρισμένων ἐστὶν ἡμῶν ἢ τῶν περὶ ἡμᾶς. καὶ εἰ μὲν κεχώρισται ἡμῶν καὶ ἐκτός ἐστιν͵ ἤτοι συμβαίνει τι περὶ ἡμᾶς ἐξ αὐτοῦ ἢ οὐδὲν συμβαίνει· οἷον ἀπὸ τοῦ φίλου ἢ τοῦ σπουδαίου ἀνθρώπου ἢ τέκνου ἢ ἄλλου τινὸς τῶν ἐκτὸς εἶναι λεγομένων ἀγαθῶν ἢ συμβαίνει τι περὶ ἡμᾶς ἐξ αὐτοῦ 〈ἀστεῖον〉 κίνημα καὶ ἀποδεκτὸν κατάστημα καὶ ἀγαστὸν πάθος͵ ἢ οὐδὲν συμβαίνει τοιοῦτον οὐδέ ἐσμεν ἐν διαφόρῳ κινήματι͵ ὅτε αἱρετὸν ἡγούμεθα τὸν φίλον ἢ τὸ τέκνον.