HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,85
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,85.rdf
1.
[11.85] καὶ γὰρ ἄλλως· εἴπερ τὸ μὲν χαρτὸν νενόηται ἐκ τοῦ χαίρειν ἡμᾶς ἀπ΄ αὐτοῦ͵ τὸ δὲ
λυπηρὸν ἐκ τοῦ λυπεῖσθαι͵ τὸ δὲ ἀγαθὸν ἐκ τοῦ ἄγασθαι͵ ἀκολουθήσει͵ ἐξ οὗ μήτε χαρά τις ἡμῖν
ἐγγίνεται μήτε ἀγαστὴ διάθεσις μήτε ἀσμενιστόν τι κίνημα͵ ἐκ τούτου μηδὲ αἵρεσίν τινα
ἐμφύεσθαι.