1.

[11.85] καὶ γὰρ ἄλλως· εἴπερ τὸ μὲν χαρτὸν νενόηται ἐκ τοῦ χαίρειν ἡμᾶς ἀπ΄ αὐτοῦ͵ τὸ δὲ λυπηρὸν ἐκ τοῦ λυπεῖσθαι͵ τὸ δὲ ἀγαθὸν ἐκ τοῦ ἄγασθαι͵ ἀκολουθήσει͵ ἐξ οὗ μήτε χαρά τις ἡμῖν ἐγγίνεται μήτε ἀγαστὴ διάθεσις μήτε ἀσμενιστόν τι κίνημα͵ ἐκ τούτου μηδὲ αἵρεσίν τινα ἐμφύεσθαι.