1.

[11.86] εἰ δὲ γίνεταί τι περὶ ἡμᾶς ἀπὸ τοῦ ἐκτός͵ οἷον τοῦ φίλου ἢ τοῦ τέκνου͵ προσηνὲς κατάστημα καὶ ἀσμενιστὸν πάθος͵ ἔσται οὐ δι΄ αὑτὸν αἱρετὸς ὁ φίλος ἢ τὸ τέκνον͵ διὰ δὲ τὸ προσηνὲς τοῦτο κατάστημα καὶ ἀσμενιστὸν πάθος. ἀλλ΄ ἦν γε τὸ τοιοῦτο κατάστημα οὐκ ἐκτός͵ ἀλλὰ περὶ ἡμᾶς. οὐδὲν ἄρα τῶν ἐκτὸς δι΄ αὑτὸ αἱρετόν ἐστιν ἢ ἀγαθόν.