1.

[11.87] (§§ 87-89 Cfr. PH III 185 sq.) καὶ μὴν οὐδὲ τῶν περὶ ἡμᾶς ἐστι τὸ αἱρετὸν καὶ ἀγαθόν. ἤτοι γὰρ σωματικόν ἐστι τοῦτο μόνον ἢ ψυχικόν. ἀλλὰ σωματικὸν μὲν μόνον οὐκ ἂν εἴη· εἰ γὰρ σωματικὸν μόνον ὑποκέοιτο͵ οὐκέτι δὲ καὶ ψυχικὸν πάθος͵ ἐκφεύξεται τὴν γνῶσιν ἡμῶν (ψυχῆς γάρ ἐστι πᾶσα γνῶσις) καὶ ἴσον ἔσται τοῖς ἐκτὸς ὑποκειμένοις καὶ μηδεμίαν ἔχουσι πρὸς ἡμᾶς συμπάθειαν.