1.

[11.88] εἰ δὲ διατείνουσαν ἔχοι τὴν εὐαρέστησιν εἰς ψυχήν͵ ἔσται κατ΄ αὐτὴν αἱρετὸν καὶ ἀγαθόν͵ ἀλλ΄ οὐ καθὸ ψιλῶς σωματικόν ἐστι κίνημα. πᾶν γὰρ αἱρετὸν κατὰ αἴσθησιν ἢ νόησιν κρίνεται͵ οὐ κατ΄ ἄλογον σῶμα. ἀλλ΄ ἥγε τὸ αἱρετὸν λαμβάνουσα αἴσθησις ἢ διάνοια ψυχή ἐστι κατὰ τὸν ἴδιον λόγον· οὐδὲν ἄρα τῶν περὶ σῶμα συμβαινόντων δι΄ αὑτὸ αἱρετόν ἐστι καὶ ἀγαθόν͵ ἀλλ΄ εἰ ἄρα͵ τῶν περὶ ψυχήν͵