1.

[11.91] εἰ γὰρ φύσει κακόν ἐστιν ἡ ἀφροσύνη͵ δεήσει͵ ὃν τρόπον τὸ θερμὸν γνωρίζεται͵ ὅτι θερμόν ἐστι φύσει ἐκ τοῦ τοὺς προσπελάσαντας αὐτῷ θερμαίνεσθαι͵ καὶ τὸ ψυχρὸν ἐκ τοῦ ψύχεσθαι (Cfr. § 69)͵ οὕτω καὶ τὴν ἀφροσύνην φύσει κακὸν ὑπάρχουσαν γνωρίζεσθαι ἐκ τοῦ κακοῦσθαι. ἤτοι οὖν οἱ λεγόμενοι ἄφρονες κακοῦνται ὑπὸ τῆς ἀφροσύνης ἢ οἱ φρόνιμοι.