1.

[11.94] εἰ δὲ προδήλως αὐτοῖς γινώσκεται καὶ ἔστι φύσει κακόν͵ ὤφειλον οἱ ἄφρονες φεύγειν αὐτὴν ὡς φύσει κακόν· οὐχὶ δέ γε οἱ ἄφρονες τὸ λεγόμενον ὑπὸ τῶν ἐκτὸς ἀφραίνειν ὡς πρόδηλον κακὸν φεύγουσιν͵ ἀλλ΄ ἕκαστος τὴν μὲν ἰδίαν κρίσιν ἀποδέχεται͵ τὴν δὲ τοῦ τὸ ἐναντίον δοξάζοντος κακίζει.