1.

[11.96] (§§ 96-98 Cfr. PH III 194-196) Ἀλλ΄ εἰώθασί τινες τῶν ἀπὸ τῆς Ἐπικούρου (
Epicurea fr. 398 Us. (ed).
) αἱρέσεως πρὸς τὰς τοιαύτας ἀπορίας ὑπαντῶντες λέγειν͵ ὅτι φυσικῶς καὶ ἀδιδάκτως τὸ ζῷον φεύγει μὲν τὴν ἀλγηδόνα͵ διώκει δὲ τὴν ἡδονήν· γεννηθὲν γοῦν καὶ μηδέπω τοῖς κατὰ δόξαν δουλεῦον ἅμα τῷ ῥαπισθῆναι ἀσυνήθει ἀέρος ψύξει ἔκλαυσέ τε καὶ ἐκώκυσεν. εἰ δὲ φυσικῶς ὁρμᾷ μὲν πρὸς ἡδονήν͵ ἐκκλίνει δὲ τὸν πόνον͵ φύσει φευκτόν τί ἐστιν αὐτῷ ὁ πόνος καὶ αἱρετὸν ἡ ἡδονή.