1.

[11.97] οὐ συνεῖδον δὲ οἱ ταῦτα λέγοντες τὸ μὲν πρῶτον͵ ὅτι καὶ τοῖς ἀτιμοτάτοις ζῴοις μεταδιδόασι τἀγαθοῦ (πολλὴ γὰρ μετουσία κἀκείνοις ἐστὶν ἡδονῆς)͵ εἶθ΄ ὅτι οὐδὲ τὸ καθάπαξ φευκτόν ἐστιν ὁ πόνος· καὶ γὰρ πόνῳ πραΰνεται πόνος͵ καὶ ὑγεία͵ ἔτι δὲ ῥῶσις καὶ θρέψις γίνεται σωμάτων διὰ πόνων͵ τέχνας τε καὶ ἐπιστήμας τὰς ἀκριβεστάτας ἀναλαμβάνουσιν ἄνδρες οὐ χωρὶς πόνου͵ ὥστ΄ οὐ πάντως φύσει φευκτὸν ὁ πόνος.