1.

[11.98] καὶ μὴν οὐδὲ τὸ δοκοῦν ἡδὺ φύσει πάντως αἱρετόν· πολλάκις γοῦν τὰ κατὰ τὴν πρώτην ἐμπέλασιν ἡστικῶς ἡμᾶς διατιθέντα͵ ταῦτα ἐκ δευτέρου͵ καίπερ ὄντα τὰ αὐτά͵ ἀηδῆ νομίζεται͵ ὡς ἂν τοῦ ἡδέος οὐ φύσει ὄντος τοιούτου͵ ἀλλὰ παρὰ τὰς διαφόρους περιστάσεις ὁτὲ μὲν οὕτως͵ ὁτὲ δ΄ ἐκείνως κινοῦντος ἡμᾶς.