1.

[11.99] (§§ 99-100 Cfr. PH III 193) Ναί͵ ἀλλὰ καὶ οἱ μόνον τὸ καλὸν ἀγαθὸν δοξάζοντες (
SVF fr. III 38 (ed).
) δείκνυσθαι νομίζουσιν͵ ὅτι φύσει τοῦτο αἱρετόν ἐστι καὶ ἀπὸ τῶν ἀλόγων ζῴων. ὁρῶμεν γάρ͵ φασίν͵ ὥς τινα γενναῖα ζῷα͵ καθάπερ ταῦροι καὶ ἀλεκτρυόνες͵ καίπερ μηδεμιᾶς αὐτοῖς ὑποκειμένης τέρψεως καὶ ἡδονῆς διαγωνίζεται μέχρι θανάτου.