HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,100
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,100.rdf
1.
[11.100] καὶ τῶν ἀνθρώπων δὲ οἱ ὑπὲρ πατρίδος ἢ γονέων ἢ τέκνων εἰς ἀναίρεσιν ἑαυτοὺς
ἐπιδιδόντες οὐκ ἄν ποτε τοῦτ΄ ἐποίουν͵ μηδεμιᾶς αὐτοῖς ἐλπιζομένης μετὰ θάνατον ἡδονῆς͵ εἰ μὴ
φυσικῶς τὸ καλὸν καὶ ἀγαθὸν τούτους τε καὶ πᾶν τὸ γενναῖον ἀεὶ ζῷον ἐπεσπᾶτο πρὸς τὴν αὑτοῦ
αἵρεσιν.