1.

[11.100] καὶ τῶν ἀνθρώπων δὲ οἱ ὑπὲρ πατρίδος ἢ γονέων ἢ τέκνων εἰς ἀναίρεσιν ἑαυτοὺς ἐπιδιδόντες οὐκ ἄν ποτε τοῦτ΄ ἐποίουν͵ μηδεμιᾶς αὐτοῖς ἐλπιζομένης μετὰ θάνατον ἡδονῆς͵ εἰ μὴ φυσικῶς τὸ καλὸν καὶ ἀγαθὸν τούτους τε καὶ πᾶν τὸ γενναῖον ἀεὶ ζῷον ἐπεσπᾶτο πρὸς τὴν αὑτοῦ αἵρεσιν.