1.

[11.101] λέληθε δὲ καὶ τούτους͵ ὅτι τελέως ἐστὶν εὔηθες τὸ νομίζειν τὰ προειρημένα τῶν ζῴων ἐννοίᾳ τἀγαθοῦ μέχρι τῆς ὑστάτης ἀναπνοῆς διαγωνίζεσθαι. αὐτῶν γὰρ πάρεστιν ἀκούειν (Cfr.
SVF fr. III 38 Arn. (ed).
) λεγόντων͵ ὅτι ἡ φρονίμη διάθεσις μόνη βλέπει τὸ καλόν τε καὶ ἀγαθόν͵ ἡ δὲ ἀφροσύνη τυφλώττει περὶ τὴν τούτου διάγνωσιν͵ ὅθεν καὶ ὁ ἀλεκτρυὼν καὶ ὁ ταῦρος μὴ μετέχοντα τῆς φρονίμης διαθέσεως οὐκ ἂν βλέποι τὸ καλόν τε καὶ ἀγαθόν.