HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,102
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,102.rdf
1.
[11.102] ἄλλως τε· εἰ ἔστι τι περὶ οὗ διαγωνίζεται ταῦτα τὰ ζῷα μέχρι θανάτου͵ τοῦτο οὐκ
ἄλλο τί ἐστιν ἢ τὸ νικᾶν καὶ τὸ ἡγεῖσθαι. ἔσθ΄ ὅτε δὲ τὸ νικᾶσθαι καὶ τὸ ὑποτάσσεσθαι
κάλλιόν ἐστιν͵ ὅπου γε ἑκάτερόν ἐστιν ἀδιάφορον. οὐ τοίνυν φύσει ἀγαθόν ἐστιν͵ ἀλλ΄
ἀδιάφορον τὸ νικᾶν καὶ τὸ ἡγεῖσθαι.