1.

[11.102] ἄλλως τε· εἰ ἔστι τι περὶ οὗ διαγωνίζεται ταῦτα τὰ ζῷα μέχρι θανάτου͵ τοῦτο οὐκ ἄλλο τί ἐστιν ἢ τὸ νικᾶν καὶ τὸ ἡγεῖσθαι. ἔσθ΄ ὅτε δὲ τὸ νικᾶσθαι καὶ τὸ ὑποτάσσεσθαι κάλλιόν ἐστιν͵ ὅπου γε ἑκάτερόν ἐστιν ἀδιάφορον. οὐ τοίνυν φύσει ἀγαθόν ἐστιν͵ ἀλλ΄ ἀδιάφορον τὸ νικᾶν καὶ τὸ ἡγεῖσθαι.