1.

[11.104] ἐπεί τοι εἰ͵ ὅτι τινὰ τῶν ζῴων ἄλκιμά ἐστι καὶ καταφρονητικὰ μὲν τοῦ ἡδέος͵ κατεξαναστατικὰ δὲ τῶν ἀλγηδόνων͵ λέγεται καὶ ὁ ἄνθρωπος προνοεῖσθαι τοῦ καλοῦ͵ ἐπεὶ τὰ πολλὰ λίχνα ἐστὶ καὶ γαστρὸς ἥττονα͵ τοὔμπαλιν ἐροῦμεν καὶ τὸν ἄνθρωπον τοῦ ἡδέος μᾶλλον ἀντιποιεῖσθαι.