1.

[11.105] εἰ δὲ λέγοιεν εἶναι μέν τινα ζῷα φιλήδονα͵ τὸν δ΄ ἄνθρωπον μὴ πάντως τοιοῦτον ὑπάρχειν͵ ἀναστρέψαντες καὶ ἡμεῖς ἐροῦμεν͵ οὐκ εἴ τινα τῶν ζῴων κατὰ φυσικὸν λόγον μεταδιώκει τὸ καλόν͵ εὐθέως καὶ ὁ ἄνθρωπος τοῦ αὐτοῦ στοχάζεται τέλους.