1.

[11.106] ἄλλος δέ τις φήσει περιμάχητον εἶναι τὸ νικᾶν καὶ τὸ ἡγεῖσθαι τοῖς ζῴοις δι΄ αὑτό͵ ἀνθρώπῳ δ΄ οὐ δι΄ αὑτό͵ διὰ δὲ τὴν ἐπα κολουθοῦσαν αὐτῷ κατὰ ψυχὴν τέρψιν καὶ γῆθος͵ προσηνές τι τυγχάνον κατάστημα. καὶ μᾶλλόν γε τοῦτο ἐπ΄ ἀνθρώπων ἔστιν ὑπολαβεῖν͵ ἐφ΄ ὧν καὶ τιμὴ καὶ ἔπαινος καὶ δωρεαὶ καὶ δόξαι ἱκανά ἐστιν ἥδειν καὶ διαχεῖν τὴν διάνοιαν καὶ παρ΄ αὐτὸ τοῦτο κατεξαναστατικὴν αὐτὴν τῶν ὀχληρῶν παρέχειν.