1.

[11.108] εἰκὸς δ΄ ἔστιν ἐνίους αὐτῶν καὶ προσδοξάζοντας͵ ὅτι μετὰ τελευτὴν ὅμοιος αὐτοὺς ἔπαινος περιμένει͵ προῦπτον αἱρεῖσθαι θάνατον. οὐκ ἀπίθανον δ΄ ἄλλους τοῦτο πάσχειν βλέποντας͵ ὅτι δυσυπομένητα μᾶλλον αὐτοῖς ἔσται τὰ κατὰ τὴν ζωήν͵ θεασαμένοις (
Hom.Il. XXII 62
sqq.)
‘υἷάς τ΄ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας
καὶ θαλάμους κεραϊζομένους καὶ νήπια τέκνα
βαλλόμενα ποτὶ γαίῃ ἐν αἰνῇ δηιοτῆτι.’