1.

δ´εἰ ὑποτεθέντων φύσει ἀγαθῶν καὶ κακῶν ἐνδέχεται εὐδαιμόνως βιοῦν
[11.110] Περὶ μὲν οὖν τοῦ μηδὲν εἶναι φύσει ἀγαθόν τε καὶ κακὸν αὐτάρκως ἐσκεψάμεθα· νυνὶ δὲ ζητῶμεν͵ εἰ καὶ συγχωρηθέντων αὐτῶν δυνατόν ἐστιν εὐρόως (Cfr. § 31) ἅμα καὶ εὐδαιμόνως βιοῦν. οἱ μὲν οὖν δογματικοὶ τῶν φιλοσόφων οὐδ΄ ἄλλως φασὶν ἢ οὕτως ἔχειν· ὁ γὰρ τυχὼν τοῦ ἀγαθοῦ κατ΄ αὐτοὺς καὶ ἐκκλίνων τὸ κακόν͵ οὗτός ἐστιν εὐδαίμων· παρὸ καὶ ἐπιστήμην τινὰ περὶ τὸν βίον εἶναι λέγουσι τὴν φρόνησιν͵ διακριτικὴν μὲν οὖσαν τῶν τε ἀγαθῶν καὶ κακῶν (Cfr. PH III 240)͵ περιποιητικὴν δὲ τῆς εὐδαιμονίας.