1.

[11.111] οἱ δ΄ ἀπὸ τῆς σκέψεως μηδὲν εἰκῇ τιθέντες ἢ ἀναιροῦντες͵ ἅπανθ΄ ὑπὸ τὴν σκέψιν εἰσάγοντες διδάσκουσιν͵ ὡς τοῖς μὲν φύσει ἀγαθὸν καὶ κακὸν ὑποστησαμένοις ἀκολουθεῖ τὸ κακοδαιμόνως βιοῦν͵ τοῖς δ΄ ἀοριστοῦσι καὶ ἐπέχουσι (
Hom.Od. IV 565
)
‘ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν.’