1.

[11.112] καὶ τοῦτο μάθοιμεν ἂν μικρὸν ἄνωθεν προλαβόντες.
Πᾶσα τοίνυν κακοδαιμονία γίνεται διά τινα ταραχήν. ἀλλὰ καὶ πᾶσα ταραχὴ παρέπεται τοῖς ἀνθρώποις ἤτοι διὰ τὸ συντόνως τινὰ διώκειν ἢ καὶ διὰ τὸ συντόνως τινὰ φεύγειν.