1.

[11.113] διώκουσι δέ γε συντόνως πάντες ἄνθρωποι τὸ δοξαζόμενον αὐτοῖς ἀγαθὸν καὶ φεύγουσι τὸ ὑποσταθὲν κακόν. πᾶσα ἄρα κακοδαιμονία γίνεται παρὰ τὸ τἀγαθὰ μὲν διώκειν ὡς ἀγαθά͵ τὰ δὲ κακὰ φεύγειν ὡς κακά. ἐπεὶ οὖν ὁ δογματικὸς πεπίστευκεν͵ ὅτι τόδε ἐστὶ φύσει ἀγαθὸν καὶ τόδε ἐστὶ φύσει κακόν͵ ἀεὶ τὸ μὲν διώκων τὸ δὲ φεύγων͵ καὶ διὰ τοῦτο ταραττόμενος͵ οὐδέποτε εὐδαιμονήσει.