1.

[11.114] ἤτοι γὰρ πᾶν ὃ διώκει τις͵ τοῦτ΄ εὐθὺς καὶ τῇ φύσει ἀγαθόν ἐστι͵ καὶ πᾶν ὃ φεύγει τις ὡς φευκτόν͵ τοῦτο τῷ ὄντι τοιοῦτόν ἐστιν· ἤ τι τῶν διωκομένων ἐστὶν αἱρετόν͵ καὶ οὐ πᾶν͵ καί τι τῶν φευγομένων φευκτόν· ἢ ἐν τῷ πρός τι πὼς ἔχειν ἐστὶ ταῦτα͵ καὶ ὡς μὲν πρὸς τόνδε τόδ΄ ἐστὶν αἱρετὸν ἢ φευκτόν͵ ὡς δὲ πρὸς τὴν φύσιν τὴν τῶν πραγμάτων οὔτε αἱρετόν ἐστιν οὔτε φευκτόν͵ ἀλλὰ νυνὶ μὲν αἱρετόν͵ νυνὶ δὲ φευκτόν.