1.

[11.115] εἰ μὲν οὖν πᾶν τὸ ὁπωσοῦν ὑπό τινος διωκόμενον ὑπόθοιτό τις φύσει ἀγαθὸν καὶ τὸ φευγόμενον φύσει φευκτόν͵ ἀβίωτον ἕξει τὸν βίον͵ ἀναγκαζόμενος τὸ αὐτὸ διώκειν ἅμα καὶ φεύγειν͵ καὶ διώκειν μέν͵ ᾗ πρός τινων αἱρετὸν ὑπείληπται͵ φεύγειν δέ͵ παρόσον ἑτέροις φευκτὸν δεδόξασται.