HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,116
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,116.rdf
1.
[11.116] εἰ δὲ πᾶν μὲν τὸ διωκόμενον ἢ φευγόμενον μὴ λέγοι αἱρετὸν καὶ φευκτόν͵ τὶ δὲ
αὐτῶν αἱρετὸν καὶ τὶ φευκτόν͵ βιώσεται μέν͵ οὐ χωρὶς δὲ ταραχῆς βιώσεται· διὰ παντὸς γὰρ
τὸ δοξασθὲν αὐτῷ φύσει τυγχάνειν ἀγαθὸν διώκων καὶ τὸ ὑποληφθὲν κακὸν περιιστάμενος
οὐδέποτε ἀπαλλαγήσεται ταραχῆς͵ ἀλλὰ καὶ μήπω δραξάμενος τἀγαθοῦ διὰ τὴν τοῦ τυχεῖν
ἐπιθυμίαν σφοδρῶς ταραχθήσεται͵ καὶ τυχὼν διὰ τὴν ὑπερβολὴν τῆς χαρᾶς ἢ διὰ τὴν φρουρὰν
τοῦ κτηθέντος οὐδέποτε ἠρεμήσει.