1.

[11.116] εἰ δὲ πᾶν μὲν τὸ διωκόμενον ἢ φευγόμενον μὴ λέγοι αἱρετὸν καὶ φευκτόν͵ τὶ δὲ αὐτῶν αἱρετὸν καὶ τὶ φευκτόν͵ βιώσεται μέν͵ οὐ χωρὶς δὲ ταραχῆς βιώσεται· διὰ παντὸς γὰρ τὸ δοξασθὲν αὐτῷ φύσει τυγχάνειν ἀγαθὸν διώκων καὶ τὸ ὑποληφθὲν κακὸν περιιστάμενος οὐδέποτε ἀπαλλαγήσεται ταραχῆς͵ ἀλλὰ καὶ μήπω δραξάμενος τἀγαθοῦ διὰ τὴν τοῦ τυχεῖν ἐπιθυμίαν σφοδρῶς ταραχθήσεται͵ καὶ τυχὼν διὰ τὴν ὑπερβολὴν τῆς χαρᾶς ἢ διὰ τὴν φρουρὰν τοῦ κτηθέντος οὐδέποτε ἠρεμήσει.