1.

[11.118] εἰ δὲ μὴ μᾶλλόν τις λέγοι τι φύσει αἱρετὸν ἢ φευκτὸν μηδὲ μᾶλλον φευκτὸν ἢ αἱρετόν͵ ἑκάστου τῶν ὑποπιπτόντων πρός τι πὼς ἔχοντος καὶ κατὰ διαφέροντας καιροὺς καὶ περιστάσεις νυνὶ μὲν αἱρετοῦ καθεστῶτος͵ νυνὶ δὲ φευκτοῦ͵ βιώσεται μὲν εὐδαιμόνως καὶ ἀταράχως͵ μήτε ἐπ΄ ἀγαθῷ ὡς ἀγαθῷ ἐπαιρόμενος μήτε ἐπὶ κακῷ ταπεινούμενος͵ τὸ μὲν κατ΄ ἀνάγκην συμβαῖνον γεννικῶς δεχόμενος͵ τοῦ δὲ κατὰ δόξαν ὀχληροῦ͵ καθ΄ ἣν κακόν τι παρεῖναι ἢ ἀγαθὸν δοξάζεται͵ ἐλευθερούμενος. τοῦτο μὴν αὐτῷ παρέσται ἐκ τοῦ μηδὲν φύσει ἀγαθὸν ἢ κακὸν δοξάζειν. οὐκ ἄρα ἔνεστιν εὐδαιμόνως βιοῦν ἀγαθά τινα ἢ κακὰ ὑποστησάμενον.