1.

[11.119] Καὶ μὴν τό τινος κακοῦ ποιητικόν͵ τοῦτο πάντως ἐστὶ φευκτὸν ὡς καὶ κακόν. οἷον εἰ ἡ ἀλγηδών ἐστι κακόν͵ πάντως καὶ τὸ ποιητικὸν τῆς ἀλγηδόνος ἐπισυστήσεται τῇ ἀλγηδόνι φευκτὸν ὄν· καὶ εἰ ὁ θάνατος τῶν κακῶν ἐστιν͵ ἔσται καὶ τὸ θανατοῦν τῶν κακῶν ἅμα καὶ φευκτῶν. τοίνυν καὶ κοινῶς͵ εἰ τὸ κακὸν φευκτόν ἐστιν͵ ἐξ ἀνάγκης καὶ τὸ ποιητικὸν τοῦ κακοῦ φευκτὸν ἔσται καὶ κακόν.