1.

[11.120] τὰ δὲ λεγόμενά τισι φύσει ἀγαθὰ καὶ κακῶν ἐστι ποιητικά͵ ὡς διδάξομεν. δυνάμει ἄρα κακά ἐστι τὰ ὑπό τινων λεγόμενα ἀγαθά͵ καὶ διὰ τοῦτο κακοδαιμονίας τυγχάνει αἴτια. διὰ γὰρ δὴ τὰ τοιαῦτα ἀγαθὰ πάντα ἐστι τὰ κακά͵ φιλαργυρία τε καὶ φιλοδοξία καὶ φιλονεικία καὶ φιληδονία καὶ τἆλλα͵ ὁπόσα τούτοις ἐμφερῆ ἐστιν.