HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,122
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,122.rdf
1.
[11.122] ὁ μὲν τὸν πλοῦτον ἀγαθὸν εἶναι προειληφὼς ὀφείλει πάντα ἐσπευσμένως ποιεῖν εἰς
τὸ τυχεῖν τοῦ πλούτου͵ καὶ ἑκάστοτε πρὸς ἑαυτὸν
τὸ κωμικὸν ἀναμελετᾶν
παράγγελμα (
fr. adesp.
1255
(ed).
)·
‘κέρδαιν΄ ἑταῖρε καὶ θέρους καὶ χειμῶνος͵’
καὶ τὸ τραγικὸν ἀποδέχεσθαι (
Euripid. fr. 324
(ed).
)·
‘ὦ χρυσέ͵
δεξίωμα κάλλιστον βροτοῖς.’
τὸ δέ γε πάντα ποιεῖν εἰς τὸ πλούτου τυχεῖν οὐκ ἄλλο
τί ἐστιν ἢ φιλαργυρεῖν. ὁ ἄρα τὸν πλοῦτον μέγιστον ἀγαθὸν ἰνδαλλόμενος ἐν τῷ σπεύδειν ἐπὶ
τοῦτον γίνεται φιλάργυρος.