1.

[11.122] ὁ μὲν τὸν πλοῦτον ἀγαθὸν εἶναι προειληφὼς ὀφείλει πάντα ἐσπευσμένως ποιεῖν εἰς τὸ τυχεῖν τοῦ πλούτου͵ καὶ ἑκάστοτε πρὸς ἑαυτὸν τὸ κωμικὸν ἀναμελετᾶν παράγγελμα (
fr. adesp. 1255 (ed).

‘κέρδαιν΄ ἑταῖρε καὶ θέρους καὶ χειμῶνος͵’
καὶ τὸ τραγικὸν ἀποδέχεσθαι (
Euripid. fr. 324 (ed).

‘ὦ χρυσέ͵ δεξίωμα κάλλιστον βροτοῖς.’
τὸ δέ γε πάντα ποιεῖν εἰς τὸ πλούτου τυχεῖν οὐκ ἄλλο τί ἐστιν ἢ φιλαργυρεῖν. ὁ ἄρα τὸν πλοῦτον μέγιστον ἀγαθὸν ἰνδαλλόμενος ἐν τῷ σπεύδειν ἐπὶ τοῦτον γίνεται φιλάργυρος.