HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,123
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,123.rdf
1.
[11.123] πάλιν ὁ τὴν δόξαν αἱρετὴν ὑποτιθέμενος συντόνως ἐφίεται τῆς δόξης͵ τὸ δὲ
συντόνως ἐφίεσθαι τῆς δόξης ἐστὶ φιλοδοξεῖν· τὸ ἄρα τὴν δόξαν αἱρετὸν καὶ φύσει ἀγαθὸν
ὑποτίθεσθαι μεγάλου τινὸς κακοῦ γεννητικόν ἐστι͵ τῆς φιλοδοξίας.